Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.294 Joseph. AJ 13.299 (English) >>Joseph. AJ 13.303

13.297περὶ μέντοι τούτων αὖθις ἐροῦμεν. νῦν δὲ δηλῶσαι βούλομαι, ὅτι νόμιμά τινα παρέδοσαν τῷ δήμῳ οἱ Φαρισαῖοι ἐκ πατέρων διαδοχῆς, ἅπερ οὐκ ἀναγέγραπται ἐν τοῖς Μωυσέως νόμοις, καὶ διὰ τοῦτο ταῦτα τὸ Σαδδουκαίων γένος ἐκβάλλει, λέγον ἐκεῖνα δεῖν ἡγεῖσθαι νόμιμα τὰ γεγραμμένα, τὰ δʼ ἐκ παραδόσεως τῶν πατέρων μὴ τηρεῖν. 13.298καὶ περὶ τούτων ζητήσεις αὐτοῖς καὶ διαφορὰς γίνεσθαι συνέβαινεν μεγάλας, τῶν μὲν Σαδδουκαίων τοὺς εὐπόρους μόνον πειθόντων τὸ δὲ δημοτικὸν οὐχ ἑπόμενον αὐτοῖς ἐχόντων, τῶν δὲ Φαρισαίων τὸ πλῆθος σύμμαχον ἐχόντων. ἀλλὰ περὶ μὲν τούτων τῶν δύο καὶ τῶν Ἐσσηνῶν ἐν τῇ δευτέρᾳ μου τῶν Ἰουδαϊκῶν ἀκριβῶς δεδήλωται. 13.299

Ὑρκανὸς δὲ παύσας τὴν στάσιν καὶ μετʼ αὐτὴν βιώσας εὐδαιμόνως καὶ τὴν ἀρχὴν διοικησάμενος ἄριστον τρόπον ἔτεσιν ἑνὶ καὶ τριάκοντα τελευτᾷ καταλιπὼν υἱοὺς πέντε, τριῶν τῶν μεγίστων ἄξιος ὑπὸ τοῦ θεοῦ κριθείς, ἀρχῆς τοῦ ἔθνους καὶ τῆς ἀρχιερατικῆς τιμῆς καὶ προφητείας· 13.300συνῆν γὰρ αὐτῷ τὸ θεῖον καὶ τὴν τῶν μελλόντων πρόγνωσιν παρεῖχεν αὐτῷ τε εἰδέναι καὶ προλέγειν οὕτως, ὥστε καὶ περὶ τῶν δύο τῶν πρεσβυτέρων παίδων ὅτι μὴ μενοῦσιν τῶν πραγμάτων κύριοι προεῖπεν. ὧν τὴν καταστροφὴν εἰς τὸ μαθεῖν ὅσον τῆς τοῦ πατρὸς ὑπέβησαν εὐτυχίας ἄξιον ἀφηγήσασθαι.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.294 Joseph. AJ 13.299 (English) >>Joseph. AJ 13.303

Powered by PhiloLogic